Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.1 Joseph. AJ 19.4 (English) >>Joseph. AJ 19.9

19.2μάλιστα δὲ ᾐσθάνετο τοῦ δεινοῦ τῶν πρασσομένων Ῥώμη κατʼ οὐδὲν αὐτὴν τιμιωτέραν τῶν λοιπῶν πόλεων ἡγουμένου, ἀλλὰ τούς τε ἄλλους ἄγοντος καὶ φέροντος καὶ μάλιστα τὴν σύγκλητον καὶ ὁπόσοι τούτων εὐπατρίδαι καὶ προγόνων ἐπιφανείαις τιμώμενοι. 19.3μυρία τε εὑρίσκετο καὶ κατὰ τῶν ἱππέων μὲν καλουμένων, ἀξιώματι δὲ καὶ δυνάμει χρημάτων ὅμοια τοῖς συγκλητικοῖς ὑπὸ τῆς πόλεως ἀγομένων διὰ τὸ ἐκ τούτων εἰς τὴν βουλὴν εἶναι κατακλήσεις· ὧν ἀτίμωσις ἦν καὶ μετανάστασις κτεινομένων τε καὶ τὰ χρήματα συλωμένων διὰ τὸ καὶ τὰς σφαγὰς ὡς τὸ πολὺ ἐπʼ ἀφαιρέσει τῶν χρημάτων αὐτοῖς συντυγχάνειν. 19.4ἐξεθείαζέν τε ἑαυτὸν καὶ τὰς τιμὰς οὐκέτʼ ἀνθρωπίνως ἠξίου γίνεσθαι παρὰ τῶν ὑπηκόων αὐτῷ· εἴς τε τοῦ Διὸς φοιτῶν τὸ ἱερόν, Καπετώλιον μὲν καλοῦσιν τιμιώτατον δʼ ἄρα αὐτοῖς ἐστιν ἱερῶν, ἀδελφὸν ἐτόλμησε προσαγορεύειν τὸν Δία· 19.5καὶ τἆλλα ἔπρασσεν μανίας οὐδὲν ἀπολελειμμένα, ἐπεὶ καὶ ἀπὸ Δικαιαρχείας τῆς πόλεως ἐν Καμπανίᾳ κειμένης εἰς Μισηνοὺς ἑτέραν πόλιν ἐπιθαλάσσιον, καὶ τὴν διάβασιν δεινὸν ἡγούμενος τριήρει περατοῦν, 19.6καὶ ἄλλως ἐπιβάλλειν ἡγούμενος αὐτῷ δεσπότῃ ὄντι τῆς θαλάσσης ταῦτα καὶ ὁποῖα καὶ παρὰ γῆς ἀπαιτεῖν, ἀπʼ ἄκρων ἐπʼ ἄκρα σταδίους τριάκοντα μέτρον τῆς θαλάσσης ζεύξας καὶ εἴσω τὸν κόλπον ἀπολαβὼν πάντα ἤλαυνεν ἐπὶ τῇ γεφύρᾳ τὸ ἅρμα· θεῷ γὰρ ὄντι τοιαύτας ποιεῖσθαι καλῶς ἔχειν τὰς ὁδούς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.1 Joseph. AJ 19.4 (English) >>Joseph. AJ 19.9

Powered by PhiloLogic